Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.39
Not analysed yet
Καὶ γὰρ καὶ σφῆκες καὶ μέλιτται πλήττειν τῷ κέντρῳ πεφύκασι, καὶ μύρμηκες συλῶσι τὰ λήϊα καὶ τοῖς γηπόνοις ξυνδιανέμονται τοὺς καρπούς, ἥκιστα κεκοινωνηκότες τῶν πόνων· καὶ οἱ σφῆκες δὲ τοῖς φυτουργοῖς πολεμοῦσι, τὸν τῶν φυτῶν καρπὸν διαφθείροντες· τοῦτο δὲ ἀμηγέπη καὶ αἱ μέλιτται δρῶσιν. Ἀλλὰ τούτων οὐδὲν ξυνεῖδε τῶν φιλοσόφων ὁ ἄριστος, ἀλλ' εἰς μόνον ἐπεῖδε τοῦ πρώτου γε ταῦτα εἰρηκότος τὸ κλέος.