# Graecarum affectionum curatio 11.40

Theodoretus, Graecarum affectionum curatio, Book 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/11.40

Καὶ ἑτέρωθι δὲ τοιαῦτα ἄττα μυθολογεῖ καί φησιν· «Εἰς μὲν γὰρ τὸ ὅθεν ἥκει ψυχὴ ἑκάστη, οὐκ ἀφικνεῖται ἐτῶν μυρίων. Οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. Αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετίᾳ ἐῶνται· τρὶς δὲ ἐφεξῆς τὸν βίον τοῦτον οὕτω πτερωθεῖσαι, τῷ χιλιοστῷ ἔτει ἀπέρχονται. Αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον· κριθεῖσαι δέ, αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι, δίκην τίνουσιν· αἱ δὲ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι, διάγουσιν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
