Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.42
Not analysed yet
Ἀλλὰ τούτων πάλιν τῶν λόγων ἐπιλαθόμενος—τὸν γὰρ οὐρανὸν ταῖς τοιαύταις ψυχαῖς ἀπεκλήρωσεν—, ἐν τῇ Πολιτείᾳ τὴν Ὀρφέως ψυχὴν κύκνειον ἔφη σῶμα λαχεῖν, καὶ ἀετὸν μὲν ἔφη γενέσθαι τὸν Ἀγαμέμνονα, λέοντα δὲ τὸν Αἴαντα, ἀθλητὴν δὲ τὴν Ἀταλάντην, καὶ πίθηκον τὸν Θερσίτην, οὐκ οἶδα ὅτου χάριν τήνδε τῶν δογμάτων τὴν ἀλογίαν ἐνθεῖναι τοῖς λόγοις καταδεξάμενος· δῆλος μέντοι ἐστὶ παίζων μᾶλλον ἢ σπουδάζων ἐν οἷς τὰς μετενσωματώσεις διέξεισι· πολλαχοῦ γὰρ τὰ ἐν Ἅιδου κολαστήρια δείκνυσιν. Ἐγὼ δ' εἰς ταῦτα τρέψομαι πάλιν, ἵνα μὴ ἐπ' ἐκείνων δὴ τῶν γελοίων τὸν φιλόσοφον καταλείπω λόγων.