Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.44
Not analysed yet
Ἔφη δέ, ἐπειδὴ οἱ ἐκβῆναι τὴν ψυχήν, πορεύεσθαι ἤδη μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς εἶναι δύο χάσματα ἐχόμενα ἀλλήλοιν, καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ· δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὕς, ἐπειδὰν δικάσαιεν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιρράψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖον ἁπάντων, ὧν ἔπραξαν. Αὐτοῦ δὲ προσελθόντος, εἰπεῖν, ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ, καὶ διακελεύεσθαι διακούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ.»