Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.52
Not analysed yet
Τίς γὰρ ἱκανὸς λόγος τεκμηριῶσαι βασιλείαν οὐρανῶν ἀνώλεθρόν τε καὶ ἄπειρον καὶ βίον ἀγήρω καὶ ἄλυπον καὶ φροντίδων ἐλεύθερον; περὶ τούτων ὁ θεσπέσιος Παῦλος βοᾷ· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Εἰ δὲ ὁ τούτων αὐτόπτης οὐκ ἴσχυσεν εἰπεῖν, ἅπερ ἰδεῖν ἠξιώθη, σχολῇ γ' ἂν ἄλλος τῶν ἀφράστων κατατολμήσοι.