Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.56
Not analysed yet
Καὶ Γαλάταις δὲ ἐπιστέλλων τὰ παραπλήσια ἔφη· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Καὶ Τιμοθέῳ δὲ τὴν αὐτὴν διάνοιαν γέγραφεν· «Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.»