# Graecarum affectionum curatio 11.7

Theodoretus, Graecarum affectionum curatio, Book 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/11.7

Καὶ Ἡράκλειτος δὲ ὁ Ἐφέσιος τὴν μὲν προσηγορίαν μετέβαλε, τὴν δὲ διάνοιαν καταλέλοιπεν· ἀντὶ γὰρ τῆς ἡδονῆς εὐαρέστησιν τέθεικεν. Ἔχει δέ τινα καὶ ἑτέραν ἔμφασιν οὗτος ὁ ὅρος· ἀορίστως γὰρ τὴν εὐαρέστησιν τέθεικε, τὸ δὲ αὐτῆς ποιὸν οὐ δεδήλωκεν. Διάφοροι δὲ τῶν ἀνθρώπων αἱ γνῶμαι· τοὺς μὲν γὰρ ἀρέσκει σωφροσύνη, τοὺς δὲ ἡ ταύτης ἐναντία κάκη· καὶ τοὺς μὲν ἀκρασία, τοὺς δὲ ἐγκράτεια· καὶ τούτους μὲν ἄδικος καὶ πλεονεκτικὸς βίος, ἐκείνους δὲ δίκαιος. Τὸ τοίνυν ἑκάστῳ ἀρέσκον, ἡδύ τε καὶ ἀξιέραστον, οὗτος ὡρίσατο τέλος, ἀντὶ τῆς ἡδονῆς τὴν εὐαρέστησιν τεθεικώς.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
