Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.71
Not analysed yet
Καὶ περὶ μὲν Ἰουδαίων οὐκ οἶμαι ὑμᾶς ἀμφισβητήσειν· ἐκείνης τε γὰρ τῆς πόλεως ἐξελήλανται καὶ τῆς οἰκουμένης γεγένηνται μέτοικοι· τοῦ νεὼ δὲ καὶ τὴν ἐρημίαν καὶ τὴν ἐκ βάθρων κατάλυσιν οἱ μὲν τεθεαμένοι φιλαλήθως ὁμολογήσατε, οἱ δὲ λοιποὶ τοῖς διηγουμένοις πιστεύσατε. Αὐτόπτης γάρ που κἀγὼ τῆς ἐρημίας ἐκείνης γεγένημαι, καὶ τὴν πρόρρησιν, ἣν ταῖς ἀκοαῖς ἐδεξάμην, ἐθεασάμην τοῖς ὀφθαλμοῖς καὶ τὴν ἀλήθειαν ὕμνησά τε καὶ προσεκύνησα.