# Graecarum affectionum curatio 11.74-75

Theodoretus, Graecarum affectionum curatio, 11.74 to 11.75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/11.74

Καὶ αὖθις· «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;» Καὶ πάλιν· «Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ.» Τούτων ἕκαστον, ὦ φιλότης, ἔργῳ πεπληρωμένον ἔστιν ἰδεῖν. Μετὰ γὰρ τῶνδε τῶν κινδύνων καὶ οἱ ἀπόστολοι τὴν οἰκουμένην ἐφώτισαν, καὶ οἱ μετ' ἐκείνους, ἣν παρέλαβον, διεφύλαξαν πίστιν· καὶ μαρτυροῦσι τῶν μαρτύρων αἱ θῆκαι, πανταχοῦ γῆς καὶ θαλάττης ἀστράπτουσαι καὶ τῶν θείων προρρήσεων κηρύττουσαι τὴν ἀλήθειαν· Οὐ γὰρ δὴ μόνον τοὺς κινδύνους, ἀλλὰ καὶ τὴν νίκην αὐτοῖς προηγόρευσεν. «

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
