Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.83
Not analysed yet
Ταῦτα καὶ ἡμεῖς ὑμῖν, ὦ φίλοι ἄνδρες, παραινοῦντές φαμεν. Οὐ γὰρ δὴ ἄκοντας τὰς θείας λαβεῖν ἀναγκάζομεν δωρεάς, ἀλλὰ παρακαλοῦντες καὶ λιπαροῦντες καὶ τὸ μέγεθος τούτων ἐπιδεικνύντες. Διά τοι τοῦτο καὶ τὴν δεσποτικὴν ταύτην καὶ θαυμασίαν ἐπιλέγομεν ῥῆσιν· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.»