# Graecarum affectionum curatio 11.Section t-6

Theodoretus, Graecarum affectionum curatio, 11.Section t to 11.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/11.Section%20t

ΠΕΡΙ ΤΕΛΟΥΣ ΚΑΙ ΚΡΙΣΕΩΣ. Ἀρίστιππον ἐκεῖνον ἴσως, ὦ ἄνδρες, ἀκούετε, τὸν Ἀριστίππου τοῦ Σωκράτους ἑταίρου θυγατριδοῦν. Οὗτος τῇ μητρὶ φιλοσοφούσῃ ξυνών, φιλοσοφίας ὡς πλεῖστον μετείληχεν. Ἔλαχε δὲ καὶ ὄνομα ξυντεθὲν ἐκ τοῦ πράγματος· μητροδίδακτον γὰρ αὐτὸν ὠνόμαζον ἅπαντες. Ἀλλ' ἐκείνῳ μὲν ἤρκεσεν εἰς μετουσίαν φιλοσοφίας καὶ μόνα τῆς μητρὸς τὰ παιδεύματα· ὑμεῖς δέ, καὶ προφητῶν τοσούτων καὶ ἀποστόλων ἀκούοντες, καὶ μέντοι καὶ τῶν μετ' ἐκείνους ἐν διδασκαλίᾳ λαμψάντων, μαθεῖν οὐ βούλεσθε τὴν ἀλήθειαν. Τοῦτο δὲ ὑμῖν ξυμβαίνει τὸ πάθος, ἐπείπερ ἀνόνητα τυχὸν ταυτὶ νομίζετε τὰ μαθήματα. Οὐ γὰρ Συρακουσίαν χλιδὴν οὐδέ γε ἀνειμένον καὶ ἁβροδίαιτον ἐπαγγέλλεται βίον οὐδὲ τὸν πολυάρατον πλοῦτον καὶ τῶν ἐκείνου ῥευμάτων τὸν εὔριπον, ἀλλ' ἱδρῶτας καὶ πόνους καὶ πολιτείαν πολύμοχθον. Ταῦτα γὰρ ὑμῖν κατάδηλα, τὸ δέ γε τούτων τέλος ἀθέατον· μόνα γάρ που εἰωθότες τὰ ὁρώμενα βλέπειν, ἰδεῖν οὐ δύνασθε τῶν ἀοράτων τὴν φύσιν· τοὺς ὀφθαλμοὺς γὰρ ἐκείνους οὐκ ἔχετε, ὧν ἡ πίστις δημιουργός. Ἐγὼ δὲ ὑμῖν, ὡς ἔμοιγε δυνατὸν καὶ ὑμῖν χωρητόν, δηλώσω καὶ ταῦτα, τῇ τῶν θείων λογίων πάλιν χρώμενος δᾳδουχίᾳ. Προύργου δὲ οἶμαι δεῖξαι καὶ νῦν ἐκ παραλλήλου τῶν φιλοσόφων τὰς δόξας καὶ τῶν θείων εὐαγγελίων τὰ δόγματα, ἵνα γνῶτε, τί μὲν ἐκεῖνοι τέλος ὡρίσαντο, τί δὲ οἱ θεῖοι ἐπαγγέλλονται λόγοι. Ὁ μὲν οὖν Ἐπίκουρος τὸ ἥδιστα ζῆν ὡρίσατο τέλος· τέλεον γὰρ ἀγαθὸν μόνην ἡγεῖτο τὴν ἡδονήν. Δημόκριτος δὲ ὁ Ἀβδηρίτης, ὁ τῶν τούτου δογμάτων πατήρ, ἀντὶ τῆς ἡδονῆς τὴν εὐθυμίαν τέθεικεν, ὀνομάτων, οὐ δογμάτων ἐναλλαγὴν ποιησάμενος.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
