# Graecarum affectionum curatio 12.39-41

Theodoretus, Graecarum affectionum curatio, 12.39 to 12.41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/12.39

Εἶτα πυθομένου τοῦ Σωκράτους, εἰ ἔτι τὸ τῶν ἡδονῶν ἐπανίσταται πάθος, ὑπολαβὼν ἔφη· «Εὐφήμει ἄνθρωπε· ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών.» Ἐνταῦθα μὲν οὖν περὶ τῆς αἰσχρᾶς ἡδονῆς τοιαῦτα διεξελήλυθεν· ἐν δὲ τῷ Γοργίᾳ περὶ δικαιοσύνης καὶ ἀδικίας ὧδέ φησιν· « Χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον, ἐν μεγάλῃ ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν, δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίνονται οἱ τοιοῦτοι. Ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ ἔσονται καλοὶ καὶ ἀγαθοὶ ταύτην τὴν ἀρετήν, ἤν τοι δικαίως διαχειρίζωσιν, ἃ ἄν τις ἐπιτρέπῃ.» Καὶ αὖ πάλιν· «Ἀλλ' ἐν τοσούτοις λόγοις πολλῶν ἐλεγχομένων, μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθόν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι καὶ ἰδίᾳ καὶ δημοσίᾳ.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
