# Graecarum affectionum curatio 12.53-58

Theodoretus, Graecarum affectionum curatio, 12.53 to 12.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/12.53

Ὁ δὲ Πλάτων ἄντικρυς ἐναντία διδάσκει. Ἐν γὰρ τῷ τρίτῳ τῆς Πολιτείας ἐπιμελεῖσθαι κελεύει τοῦ σώματος ψυχῆς εἵνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν, καταγγέλλοντας τῆς ἀληθείας τὸ κήρυγμα. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος παραινεῖ λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ' ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.» Οὐ γὰρ τοσαύτην αὐτῷ προσφέρειν δεῖ θεραπείαν, ὥστε κατασκιρτᾶν τῆς ψυχῆς, ἀλλ' ἵνα ὑπουργῇ καὶ ξυνεργῇ καὶ τοῖς ἐκείνης ἕπηται νεύμασιν. Ξυμπεφώνηκε τοίνυν ἐν τούτοις ὁ Πλάτων τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν ἐπιμέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος. Ἐπέδειξε δὲ καί, ὅπως ἄρχεταί τε καὶ αὔξεται τῆς ἐπιθυμίας τὸ πάθος· « Ἡμεῖς» γὰρ ἔφη «λέξοιμεν ἂν ἴσως οὐκ ἀτόπως, ὅτι ἄρχει μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ ξυνήθεια.» Τοῦτο δὲ αὐτὸ καὶ περὶ τῆς ἀρετῆς εἴρηκεν· «Παντὸς γὰρ» ἔφη «φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὀρθωθεῖσα πρὸς ἀρετὴν τῆς ἑαυτοῦ φύσεως, κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον.» Καὶ Σωκράτης δὲ φυλάττεσθαι ἐκέλευσε τὰ ἀναπείθοντα μὴ πεινῶντας ἐσθίειν καὶ μὴ διψῶντας πίνειν, καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν, ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγγίων ἰὸν ἐνιέναι πεφυκότα. Ἀλλὰ ταῦτα ῥήματα ἦν ἄλλως ἔργων γεγυμνωμένα. Εἰς γὰρ δὴ τὰ γυμνάσια τῶν νέων εἵνεκα καὶ καλῶν εἰώθει φοιτᾶν καὶ τοὺς ὀφθαλμοὺς εἱστία τῇ κακῇ θεωρίᾳ. Καὶ μαρτυρεῖ Φίληβος καὶ Φαῖδρος καὶ Ἀντερασταὶ καὶ Χαρμί-

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
