# Graecarum affectionum curatio 12.59-63

Theodoretus, Graecarum affectionum curatio, 12.59 to 12.63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/12.59

δης καὶ ἄλλοι πολλοὶ διάλογοι τοιαῦτα ἔχοντες διηγήματα. Ἃ δὲ Ἀλκιβιάδης ἐν τῷ Ξυμποσίῳ περὶ Σωκράτους ἔφη, Πλάτων μὲν ἔγραψεν, ἐγὼ δὲ φειδοῖ τοῦ Σωκράτους εἰπεῖν οὐκ ἀνέξομαι· τοσαύτην ἔχουσιν ἀτοπίαν καὶ παροινίαν Σωκράτους καὶ λώβην τοῖς ὀξυρρόποις περὶ τὸ πταίειν ἐκεῖνοι οἱ λόγοι ἐν ἐκείνῳ τῷ διαλόγῳ. Καὶ ἑσπερίσαι αὐτὸν καὶ διανυκτερεῦσαι πίνοντα ἔφη, καὶ τῶν ἄλλων ἀπειρηκότων ἤδη καὶ τὸν ὕπνον ἀσπασαμένων, ἐγρηγορότα μεῖναι πίνοντα καὶ μεταξὺ διαλεγόμενον, ὀνησιφόρον μὲν οὐδέν, ἃ δὲ Ἀλκιβιάδῃ καὶ Ἀριστοφάνει καὶ τοῖς ἄλλοις ἥρμοττε κωμασταῖς. Καὶ ὁ Πορφύριος δέ, τὴν Φιλόσοφον ἱστορίαν ξυγγράψας, πρῶτον μὲν αὐτὸν ἀκρόχολον καὶ εὐόργητον εἴρηκε γεγενῆσθαι, Ἀριστοξένῳ μάρτυρι κεχρημένος τὸν Σωκράτους βίον ξυγγεγραφότι. Ἔφη γὰρ μηδενὶ ἑτέρῳ ἐντετυχηκέναι πιθανωτέρῳ ἐκείνου· τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ στόμα καὶ τὸ ἐπιφαινόμενον ἦθος καὶ πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις τὴν τοῦ εἴδους ἰδιότητα. Γίνεσθαι δὲ τοῦτο, ὅτε μὴ ὀργίζοιτο· ὅτε δὲ ληφθείη ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην· οὐδενὸς γὰρ οὔτε ὀνόματος ἀπέχεσθαι οὔτε τοῦ πράγματος. Καὶ ἄλλα δὲ τοιαῦτα διεξελθών, δείκνυσιν αὐτὸν καὶ ταῖς ἡδυπαθείαις δεδουλωμένον·

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
