Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.73
Not analysed yet
Καὶ γὰρ δὴ καὶ γυναῖκας γεγενῆσθαι παρ' Ἕλλησιν ἀξιεπαίνους ἀκούομεν. Λυσιδίκη μὲν γάρ, ὥς φασιν, ἐλοῦτο μηδὲ τὸν χιτωνίσκον ἐκδυομένη, διὰ τὴν ὑπερβολὴν τῆς αἰδοῦς. Ἡ δὲ Φιλωτέρα κατιοῦσα εἰς τὴν πύελον κατὰ βραχὺ τὸ τῷ ὕδατι καλυπτόμενον ἐγυμνοῦτο τοῦ σώματος, ἀναστέλλουσα κατ' ὀλίγον τὸν χιτῶνα· καὶ αὖ πάλιν ἀνιοῦσα παραπλησίως ἠμπίσχετο. Θεανὼ δὲ ἡ Πυθαγορική, ἀποβλέψαντός τινος εἰς αὐτὴν καὶ εἰπόντος· «Καλὸς ὁ πῆχυς», «ἀλλ' οὐ δημόσιος» ἀπεκρίνατο. Ἐρωτηθεῖσα δὲ πάλιν· «Ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ Θεσμοφόριον κάτεισιν;» «Ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα» ἔφη, «ἀπὸ δὲ τοῦ ἀλλοτρίου, οὐδέποτε.»