# Graecarum affectionum curatio 12.74-76

Theodoretus, Graecarum affectionum curatio, 12.74 to 12.76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/12.74

Ταῦτα καὶ ὅσα τοιαῦτα καὶ ἐπαινοῦμεν καὶ φιλοσοφίας εἶναι ἄξιά φαμεν. Καὶ ἀποδεχόμεθα τὸν Πλάτωνα τοῖς ἀγαθοῖς τὸν γάμον ξυντάξαντα καὶ ἀθανασίας ἐπίνοιαν καὶ διαμονὴν τοῦ γένους καλέσαντα· Δημοκρίτῳ δὲ καὶ Ἐπικούρῳ λίαν μεμφόμεθα, παραιτεῖσθαι καὶ τὸν γάμον καὶ τὴν παιδογονίαν κελεύουσιν. Τὴν γάρ τοι ἡδονὴν ὁρισάμενοι τέλος, τὰ φροντίδας ἔχοντα καί τινας ἀηδίας παντελῶς ἀπεκήρυξαν. Οἱ δὲ τῆς Ποικίλης μέσην τινὰ ὁδὸν ὥδευσαν· τοῖς γὰρ ἀδιαφόροις τὸν γάμον καὶ τὴν παιδογονίαν ξυνέζευξαν. Οἱ δὲ θεῖοι λόγοι τὴν μὲν διὰ φιλοσοφίαν ἐπινοουμένην ἁγνείαν ὑμνοῦσιν, ὡς βίον προξενοῦσαν φροντίδων ἐλεύθερον· τὸν δὲ σώφρονα γάμον νομοθετοῦσιν, ὡς καὶ τὸ γένος αὔξοντα καὶ λαγνείας τοὺς σωφρονεῖν βουλομένους ἐλευθεροῦντα· πορνείας δὲ καὶ τῆς ἄλλης ἀκολασίας ὡς συώδους κατηγοροῦσιν· »Τίμιος γὰρ ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος» φησὶν ὁ θεῖος ἀπόστολος· «πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» Καὶ πάλιν· «Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν.» Καὶ ἑτέρωθι· «Πορνεία δὲ καὶ ἀκαθαρσία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις.» Καὶ ἀλλαχοῦ·

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
