Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.77
Not analysed yet
»Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ.» Οἱ μὲν οὖν ἡμέτεροι διδάσκαλοι τὸν λογικοῖς πρέποντα διεθεσμοθέτησαν βίον· οἱ δὲ τῶν φιλοσόφων ἄριστοι καὶ αὐτοὶ ταῖς ἡδοναῖς ἐδουλώθησαν καὶ νόμους ἔγραψαν ἀκολασίαν διδάσκοντας· τοιοῦτοι γὰρ οἱ περὶ γάμων καὶ παιδεραστίας τοῦ Πλάτωνος νόμοι. Καὶ μέντοι καὶ περὶ φιλίας Ἱππόδαμος ὁ Πυθαγόρειος οὕτω γέγραφεν· «Ἁ μὲν ἐξ ἐπιστάμας θεῶν, ἁ δὲ ἐκ παροχᾶς ἀνθρώπων, ἁ δὲ ἐξ ἁδονᾶς ζῴων.»