# Graecarum affectionum curatio 12.78-81

Theodoretus, Graecarum affectionum curatio, 12.78 to 12.81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/12.78

Ὁ δὲ δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησίν· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς δύναται δεῖξαι, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Τὰ τελεώτατα δὲ ἐκπαιδεύων, καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν ἀγαπᾶν· ὁ δὲ τὴν Πυθαγόρειον ἐκπαιδευθεὶς τετρακτὺν τὴν ἀνθρωπίνην φιλίαν ἐκ παροχῆς ὡρίσατο κατορθοῦσθαι. Οὐ μόνον δὲ ἀπᾴδων ὅδε ὁ λόγος, ἀλλὰ καὶ πάμπαν ἀξύστατος. Πολλοὺς γὰρ ἐχθρῶν εὐεργέτας γεγενημένους εὑρίσκομεν· πολλοὺς δὲ εὖ μὲν παρά τινων πεπονθότας, ἀχαρίστους δὲ μάλα περὶ τοὺς εὐεργέτας γεγενημένους. Οὐ τοίνυν παροχῆς ἔκγονος ἡ φιλία, ἀλλὰ καρπὸς φιλίας ἡ παροχή. Ταῦτα πάλιν, ὦ ἄνδρες, παρεξετάσαντες καὶ γνόντες, ὅσον θείων καὶ ἀνθρωπίνων τὸ μέσον, δι' ἐκείνων, οἷον δή τινων στοιχείων, ἐπὶ τὴν τούτων ὁδεύσατε τελειότητα καὶ «μὴ προφασίζεσθε προφάσεις ἐν ἁμαρτίαις», ᾗ φησιν ἡ μελῳδία τοῦ Πνεύματος. Ὅταν γὰρ τοὺς εὐαγγελικοὺς ἐπιδείξωμεν νόμους πολλῷ τῆς Ἑλληνικῆς φιλοσοφίας ὄντας ὑψηλοτέρους, τηνικαῦτα ὑμεῖς τοὺς μὲν νόμους ἐπαινεῖτε, τοὺς δὲ τούτους παραβαίνοντας ἀδεῶς εἰς μέσον προφέρετε καὶ δι' ἐκείνων πειρᾶσθε διαβάλλειν τοὺς νόμους.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
