Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.82
Not analysed yet
Ἔδει δὲ ψέγειν μὲν ἐκείνους, ἀλλὰ μὴ τῶν νόμων κατηγορεῖν. Οὐδὲ γὰρ διὰ τὰς φαύλας ἀμπέλους φεύγομεν τὰς ἀρίστας, οὐδὲ διὰ τὰς πικρὰς ἀμυγδάλας καὶ τὰς γλυκείας ἀποστρεφόμεθα, οὐδὲ διὰ τὸν ὑπόχαλκον χρυσὸν καὶ τὸν ἀκίβδηλον διαβάλλομεν, οὐδὲ διὰ τὴν ἐψευσμένην πορφύραν καὶ τὴν ἀληθινὴν σκώπτομεν, οὐδὲ τῶν ἀμαθῶν ἕνεκα ζωγράφων καὶ τῶν ἐντέχνων κατηγοροῦμεν, οὐδὲ διὰ τοὺς πονηροὺς ἀνθρώπους καὶ τοὺς σπουδαίους μισοῦμεν, οὐδὲ ἤν τινα εὕρωμεν ἀνεπιστήμονα ἰατρόν, ἤδη καὶ τὴν ἰατρικὴν ἀπαγορεύομεν τέχνην, ἀλλὰ καὶ τῶν ζωγράφων καὶ τῶν ἰατρῶν, καὶ μέντοι καὶ τῶν σκυτοτόμων καὶ τῶν χαλκοτύπων καὶ τῶν χρυσοχόων τοὺς μὲν ἀρίστους θαυμάζομεν, τοὺς δὲ τὴν τέχνην οὐκ ἀκριβοῦντας σκώπτειν εἰώθαμεν· τὰς δέ γε τέχνας, κἂν μηδένα ἐπιστήμονα εὕρωμεν, διαβάλλειν οὐκ ἀνεχόμεθα.