# Graecarum affectionum curatio 12.85-88

Theodoretus, Graecarum affectionum curatio, 12.85 to 12.88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/12.85

Οὐκοῦν οἱ νόμοι στάθμης τινὸς καὶ κανόνος καὶ γνώμονος ἐπέχουσι τάξιν· τῶν δὲ τούτοις χρωμένων οἱ μὲν ἄριστα τὸν οἰκεῖον διευθύνουσι βίον, οἱ δὲ τὰ ῥᾷστα ἀντὶ τῶν βελτίστων προαιρούμενοι ἔξω τῆς τούτων εὐθύτητος βαίνουσιν. Τοιγάρτοι τούτων μὲν κατηγορητέον, τοὺς δὲ νόμους ἐπαινετέον. Οὐδὲ γὰρ εἴ τις ἄριστος ἰατρὸς ἐπιτάξοι τῷ κάμνοντι τῶν μὲν μεταλαβεῖν, τῶν δὲ μὴ μετασχεῖν παντελῶς, εἶτα ἐκεῖνος, ὀλίγον τῶν ἰατρικῶν ὑποθηκῶν φροντίσας, τῆς θεραπείας προτιμήσοι τὴν ἡδονὴν καὶ τὰ ἀπειρημένα φαγὼν ἢ πιὼν αὐξήσοι τὴν νόσον, τὸν ἰατρὸν ὡς ἐπίβουλον αἰτιώμεθα. Ἐκ γὰρ δὴ τῆς τοῦ κάμνοντος ἀκρασίας, οὐκ ἐκ τῆς τοῦ ξυμβουλεύσαντος προμηθείας ἡ νόσος ηὐξήθη. Ταῦτα τοίνυν ξυλλογισάμενοι καὶ ὅσα τούτοις προσόμοια, τὸν μὲν τῶν σωτηρίων νόμων νομοθέτην ὑμνήσατε, αὐτῶν δὲ τῶν νόμων θαυμάσατε τὸ βιωφελὲς καὶ ὀνήσιμον· καὶ οἷον θεωροί τινες τῶν ἀξιεπαίνων ἀγώνων γινόμενοι, τοὺς μὲν τούτων ἀνακηρύξατε φύλακας, κατὰ δὲ τῶν παραβεβηκότων μὴ τὴν ἴσην ἐξενέγκητε ψῆφον. Οὐ γὰρ ἴσῳ γε σκοπῷ παραβαίνουσιν ἅπαντες. Πολλὰ γὰρ δὴ καὶ παρὰ γνώμην πλημμελοῦμεν οἱ ἄνθρωποι· καὶ ταῦτα καὶ αὐτοί γε οἱ νόμοι καλοῦσιν ἀκούσια. Καὶ γὰρ δὴ κατὰ κυνός τις ἢ ἄλλου του λίθον ἀκοντίσας, τοῦ μὲν διήμαρτεν, ἄνθρωπον δὲ κατέκτεινε· τοιαῦτα γὰρ δὴ πάθη καὶ Ἡρόδοτος ᾄδει.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
