Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.89
Not analysed yet
Πολλάκις δέ τις πέλεκυν ἔχων καὶ ξύλα τέμνων κατά τινος παριόντος ἄκων ἠκόντισε τὸν σίδηρον. Τούτοις καὶ τοῖς τοιούτοις, ὡς ἀκουσίοις, ξυγγνώμην οἱ νόμοι προσνέμουσιν. Καὶ τὰ ἑκούσια δὲ οὐ σμικρὰν ἔχει διαφοράν. Οὐδὲ γὰρ ἴσον ὑπό τινος ὀργῆς καὶ θυμοῦ τινα παροξυνόμενον πατάξαι τὸν πέλας καὶ παραπέμψαι τῷ θανάτῳ, οὐ τοῦτο προβουλευσάμενον οὐδὲ ἐπὶ τούτῳ γε παίσαντα, καὶ τὸ ἐξ ἐπιβουλῆς καὶ λόχου καὶ προνοίας τυρεῦσαι τὸν θάνατον· τὸ μὲν γὰρ ἦν ἀκρασίας θυμοῦ, τὸ δὲ πονηρίας ἐσχάτης· καὶ τὸ μὲν οὐχ ὅλον, τὸ δὲ ὅλον τῆς γνώμης.