# Graecarum affectionum curatio 12.90-94

Theodoretus, Graecarum affectionum curatio, 12.90 to 12.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/12.90

Οὕτω καὶ ταῖς τῆς ἡδυπαθείας οὐχ ἅπαντες ὁμοίως οἱ ἄνθρωποι περιπίπτουσιν ἁμαρτίαις· ἀλλ' οἱ μὲν ἥκιστα περιεργαζόμενοι τὰ εὐπρεπῆ τῶν σωμάτων περιπείρονται, ἔσθ' ὅπῃ δὲ καὶ ὁρῶσιν ἐξαπίνης καὶ καταδουλοῦνται τῷ πάθει, τοῦ λογισμοῦ τῆς ἡγεμονίας ἐξισταμένου· οἱ δὲ βίον ἔχουσι τὸ τῇ τοιᾷδε θεωρίᾳ τοὺς ὀφθαλμοὺς ἑστιᾶν. Καὶ οἱ μὲν οὐδὲ σιτίων οὐδὲ ποτῶν ἀπολαύουσιν ἀδεῶς, ἡττῶνται δὲ ὅμως παλαίοντες, ἐπειδὴ παλαίειν ἐπιστημόνως οὐ βούλονται· οἱ δὲ ὑπερμαζῶσι καὶ τρυφῶσι καὶ πᾶν εἶδος ἐπινοοῦσι χλιδῆς καὶ τὰς ἄλλας ὀρέξεις διερεθίζουσι παντοδαπαῖς ἐπινοίαις, καὶ μέντοι καὶ σβεννυμένων ἀσχάλλουσιν. Ἐπειδὴ τοίνυν τοσαύτη τῶν παρανομούντων διαφορά, οὐ χρεὼν ἅπασι χαλεπαίνειν ὁμοίως, ἀλλὰ τοὺς μὲν προδήλως τὸν συώδη βίον ἀσπαζομένους μυσάττεσθαι, τοῖς δὲ ἄλλοις καὶ ξυμβουλεύειν καὶ παραινεῖν καὶ χεῖρα ὀρέγειν καὶ θεραπεύειν ἐπιμελῶς καὶ προσφέρειν τῆς ὑγιείας τὰ φάρμακα· ἐκείνους δέ, ἤν τοι ἐπιμένωσι θηριωδῶς βιοτεύοντες, καὶ περιόντας θρηνήσωμεν καὶ ἀποθανοῦσι τὸ Σαρδαναπάλου ἐπίγραμμα προσενέγκωμεν. Τῷ γὰρ δὴ ἐκείνου ἐπεγέγραπτο τάφῳ· Τόσσ' ἔχω ὅσσ' ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος τέρπν' ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται, καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. Ἀλλὰ γὰρ καὶ τοῦτο ψευδῶς οἱ γεγραφότες ἐπέγραψαν. Οὐ γὰρ ἔχει ὁ τελευτήσας, ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ' εἰς τὴν δυσώδη φθορὰν ἐκεῖνα κεχώρηκεν· ἔχει δὲ μόνον τοῦ παρανόμου βίου τὴν δυσοσμίαν, ἣ διηνεκῶς τὴν ψυχὴν ἀλγύνει καὶ ἀνιᾷ, ξυνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ μεμνημένην ὧν παρανόμως εἰργάσατο.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
