Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.95
Not analysed yet
Ταύτην ὑμῖν, ὦ ἄνδρες, δευτέραν καὶ δεκάτην διάλεξιν προσενήνοχα, καὶ ἐπέδειξα, τίνα μὲν περὶ Θεοῦ καὶ ὕλης καὶ κτίσεως, καὶ μέντοι καὶ ἀρετῆς καὶ κακίας τοῖς τῶν Ἑλλήνων ἔδοξε φιλοσόφοις, καὶ τίνα ἡμᾶς οἱ θεῖοι ἐξεπαίδευσαν λόγοι, καὶ ὡς ἔσβεσται μὲν τὰ ἐκείνων ἅπαντα καὶ παραδέδοται τῷ ζόφῳ τῆς λήθης, ἀνθεῖ δὲ ταῦτα καὶ τέθηλε καὶ πολλὰς ἔχει καθ' ἑκάστην καὶ πόλιν καὶ χώραν ἀκροατῶν μυριάδας καὶ διδασκάλους, τὴν μὲν Πλατωνικὴν εὐέπειαν οὐκ ἔχοντας, τὴν δὲ τῆς ἀληθείας ἰατρείαν προσφέροντας· καὶ τῶν μὲν ψευδωνύμων θεῶν τὸν πλάνον ἐληλαμένον, τοῦ δὲ ἡμετέρου Σωτῆρος τὰ δόγματα κηρυττόμενα.