# Graecarum affectionum curatio 12.Section t-5

Theodoretus, Graecarum affectionum curatio, 12.Section t to 12.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/12.Section%20t

ΠΕΡΙ ΠΡΑΚΤΙΚΗΣ ΑΡΕΤΗΣ. Τὰ δένδρα φέρουσι μὲν αἱ ῥίζαι καὶ τρέφουσι, κοσμοῦσι δὲ οἱ κλάδοι καὶ τὰ φύλλα καὶ ὁ μεταξὺ τούτων ᾐωρημένος καρπός. Εἰ γὰρ δή τις ἐκτέμνοι τοὺς κλάδους καὶ ψιλώσοι τὴν κόμην, ἄχρηστα γίνεται καὶ γυμνοῦται τῆς εὐπρεπείας, καὶ περιττὴ παντελῶς ἡ τῶν ῥιζῶν ἀποφαίνεται βάσις. Καὶ τὸ σῶμα δὲ ὡσαύτως δεῖται μὲν ὀφθαλμῶν ὁρώντων καὶ τὰς ἄλλας ποδηγούντων αἰσθήσεις, δεῖται δὲ καὶ ποδῶν μεταβαινόντων καὶ τὸ σῶμα φερόντων καὶ χειρῶν ἐργαζομένων καὶ τοῖς μορίοις ἅπασι καὶ τροφὴν καὶ πόσιν καὶ τὴν ἄλλην χρείαν ποριζουσῶν. Καὶ μέντοι καὶ χιτῶνας καὶ χλαίνας καὶ ἐφεστρίδας καὶ ξυλλήβδην ἅπαντα τὰ ἐσθήματα οὐ μόνοι ποιοῦσιν οἱ στήμονες· χρεία γάρ που καὶ κρόκης ἐνυφαινομένης καὶ ξυναρμοζομένης τοῖς στήμοσιν. Τί δήποτε ταῦτα διεξῆλθον; Οὐ τὸν ὕθλον, ὦ ἄνδρες, στέργων, ἀλλὰ διὰ τῶνδε τῶν εἰκόνων τῆς τελεωτάτης φιλοσοφίας τὰς ὕλας ἐπιδεικνύς. Μέγιστον μὲν γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων ἡ γνῶσις, ἀλλ' οὐκ ἀπόχρη τέλειον ἀποφῆναι τὸν ταύτης ἀξιούμενον. Δεῖ γάρ που τὴν ἀγαθὴν πρᾶξιν ξυναφθῆναι τῇ γνώσει. Ὅπερ γάρ ἐστι δένδρῳ ῥίζα καὶ ὀφθαλμὸς σώματι καὶ οἱ στήμονες τοῖς ὑφάσμασι, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας ἡ γνῶσις καὶ ἡ βεβαία γίνεται πίστις. Χρὴ δὲ οὐ μόνον εἰδέναι,

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
