# Graecarum affectionum curatio 2.110-115

Theodoretus, Graecarum affectionum curatio, 2.110 to 2.115. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.110

Ἀλλ' οὔτε τὸ Πνεῦμα πνοήν τινα στόματος εἶναί φαμεν—ἀξύνθετον γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον—οὔτε τὸν Λόγον τοῦτον τὸν εἰς ἀέρα χεόμενον, ἀλλ' ἐνούσιον Λόγον καὶ ἐνυπόστατον Πνεῦμα, καὶ ἐν τῷ Πατρὶ θεωρούμενα καὶ καθ' ἑαυτὰ πιστευόμενα, καὶ ξυνημμένα καὶ διῃρημένα, τῷ μὲν ταὐτῷ τῆς φύσεως ἡνωμένα, τῇ δὲ τῶν ἰδιοτήτων διαφορᾷ διῃρημένα καὶ καθ' ἑαυτὰ νοούμενα. Ταῦτα δὲ οὐκ ἔνεστι μαθεῖν ἀκριβῶς τὸν μὴ τοῖς θείοις ἐντετυχηκότα λογίοις καὶ τὸ τῆς γνώσεως φῶς παρὰ τῆς θείας ἐκδεξάμενον χάριτος. Ἀναγνωστέον δὲ οὐ μόνον τὰ τῶν ἱερῶν ἀποστόλων μαθήματα, ἀλλὰ καὶ τὰ τῶν θείων προφητῶν θεσπίσματα· οὕτω γάρ τις καὶ τῆς παλαιᾶς καὶ τῆς καινῆς θεολογίας τὴν ξυμφωνίαν ὁρῶν, θαυμάσεται τὴν ἀλήθειαν καὶ φεύξεται μὲν Διαγόρου τοῦ Μιλησίου καὶ τοῦ Κυρηναϊκοῦ Θεοδώρου καὶ Εὐημέρου τοῦ Τεγεάτου τὸ ἄθεον· τούτους γὰρ ὁ Πλούταρχος ἔφησε μηδένα νενομικέναι θεόν· φεύξεται δὲ καὶ τῶν Στωϊκῶν τὴν ἀπρεπῆ περὶ τοῦ θείου δόξαν· σωματοειδῆ γὰρ οὗτοι τὸν θεὸν ἔφασαν εἶναι· βδελύξεται δὲ καὶ Πρωταγόρου τοὺς ἀμφιβόλους περὶ τοῦ θεοῦ καὶ ἀπίστους λόγους· ἐκείνου γάρ ἐστι τὰ τοιάδε· «Περὶ μὲν οὖν τῶν θεῶν οὐκ οἶδα, οὔτε εἰ εἰσίν, οὔθ' ὡς οὐκ εἰσίν, οὐθ' ὁποῖοί τινες τὴν ἰδέαν εἰσίν.» Ἀποδράσει δὲ καὶ τῶν ἄλλων μυθολόγων τὸν πλάνον· Πλάτωνος δὲ καὶ τῶν ἐκείνῳ παραπλησίων, ὅσα μὲν ἐκ τῶν θείων λογίων κεκλόφασιν, εὑρήσει τε καὶ θαυμάσεται, ὅσα δὲ τοῦ ψεύδους ἀνέμιξαν, ἀποξύσει καὶ καθάπερ φορυτὸν ἀπορρίψει καὶ τῶν τῆς ψυχῆς ἀπελάσει χωρίων, καὶ ὁρῶν τῆς κλοπῆς τὰ φώρια, τῷ Πυθαγορικῷ Νουμηνίῳ πιστεύσει λέγοντι· «Τί γάρ ἐστι Πλάτων ἢ Μωϋσῆς Ἀττικίζων;» Διὰ γὰρ δὴ τούτων ἀναφανδὸν ἔδειξεν ὁ Νουμήνιος, ὡς ὁπόσα Πλάτων εὐσεβῶς εἴρηκεν, ἐκ τῆς Μωϋσοῦ θεολογίας σεσύληκεν.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
