Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.117
Not analysed yet
οἰκείους διεκόσμησαν λόγους, καὶ τὴν τούτων πενίαν καταλιπόντας ἀντιλαβεῖν τῆς σοφίας τὴν ἄβυσσον καὶ μαθεῖν ἀκριβῶς παρ' ἐκείνης, τί μὲν ποιητής, τί δὲ ποίημα, καὶ τίς μὲν ἡ τῶν ἀοράτων δημιουργημάτων ἀξία, τίς δὲ τῶν ὁρωμένων ἡ χρεία. Τοῦτο γὰρ μεμαθηκότες, οὐκέτι τὸ θεῖον εἰς πολλὰ μερίσετε σέβας, ἀλλὰ τὸν ἀεὶ ὄντα καὶ ἀληθῶς ὄντα καὶ τοῖς οὖσι τὸ εἶναι διὰ μόνην ἀγαθότητα δωρησάμενον προσκυνήσετε, καὶ ἀντὶ πολεμίων καὶ δυσμενῶν οἰκεῖοι καὶ φίλοι γενήσεσθε, καὶ πολλῆς, ὡς ξυνήθεις, ἀπολαύσεσθε παρρησίας· καὶ οἱ ποδηγῶν ἐπὶ τοῦ παρόντος δεόμενοι ἄλλους τῶν πλανωμένων πρὸς τὴν ἀλήθειαν ξεναγήσετε.