# Graecarum affectionum curatio 2.14

Theodoretus, Graecarum affectionum curatio, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.14

Καὶ αὖθις δέ, τῆς τῶν φιλοσόφων κατηγορῶν ἔριδος, τοιάδε ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ διέξεισιν· «Ἀλλ' ἄν τινα ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγμάτων ἀνασπῶντες πονοῦσι, καὶ ἂν τούτου ζητῇς λόγον λαβεῖν τί εἰρήκασιν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ. Περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν· οὐδέ γε ἐκεῖνοι πρὸς ἀλλήλους, ἀλλ' εὖ πάνυ φυλάξουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι, μήτε ἐν λόγῳ μήτε ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι· τούτῳ δὲ πάνυ πολεμοῦσι καὶ καθόσον ἂν δύνωνται πανταχόθεν· Ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσι δὲ οὐ ξυγγέγονας· οὐ γάρ σοι ἑταῖροί εἰσιν· ἀλλ' οἶμαι ταῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὐτοῖς ποιῆσαι. Ποίοις μαθηταῖς, ὦ δαιμόνιε; οὐδὲ γίνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλ' αὐτόματοι ἀναφύονται ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι.» Καὶ μετ'

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
