Ancient Greek
2.15 to 2.16
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.15-16
Not analysed yet
ὀλίγα πάλιν· «Ὀλίγου δ' ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο, οἷον ἀκίνητον τελέθει τῷ παντὶ ὄνομ' εἶναι, καὶ ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διϊσχυρίζονται.» Καὶ μέντοι κἀν τῷ Σοφιστῇ τὰ τοιαῦτα πάλιν αὐτῶν κατηγορεῖ, οὐκ ἀπόστολος οὐδέ γε προφήτης, ἀλλὰ τῶν φιλοσόφων ὁ πρῶτος, εἴτε Πλάτωνα τὸν Ἀρίστωνος ἐθέλοι τις λέγειν, εἴτε Σωκράτην τὸν Σωφρονίσκου· Σωκράτους μὲν γὰρ τὰ ἐνθυμήματα, Πλάτωνος δὲ τὰ ξυγγράμματα.