# Graecarum affectionum curatio 2.17

Theodoretus, Graecarum affectionum curatio, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.17

Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνος, οὕτω φησίν· «Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν· ὁ μέν, ὡς τρία τὰ ὄντα· πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γινόμενα, γάμους τε καὶ τόκους καὶ τροφὴν ἐκγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρόν, ἢ θερμὸν καὶ ψυχρόν, ξυνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσιν. Τὸ δὲ παρ' ἡμῖν Ἐλεατικὸν ἔθνος ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἄρχεται, ὡς ἑνὸς ὄντος τῶν ἁπάντων καλουμένων διεξέρχεται τοὺς μύθους. Ἤδη δὲ καὶ Σικελικαί τινες Μοῦσαι ξυνενόησαν ὅτι ξυμπλέκειν ἀσφαλέστερον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ ξυνέχεται.» Καὶ τοιαῦτα ἄττα ἐφεξῆς εἰπών, ἐπάγει· «

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
