# Graecarum affectionum curatio 2.30

Theodoretus, Graecarum affectionum curatio, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.30

Καὶ ἀλλαχοῦ δὲ ὁ Πλάτων φησίν· «Κοῦφον γάρ τι χρῆμα καὶ ἱερὸν ποιητὴς καὶ οὐχ οἷός τε ποιεῖν, πρὶν ἂν ἔνθεος καὶ ἔκφρων γένηται.» Ὁ δὲ Ὀδρύσης Ὀρφεύς, καὶ αὐτὸς εἰς Αἴγυπτον ἀφικόμενος, τὰ περὶ τοῦ ὄντος οὕτω πως μεμάθηκε καὶ βοᾷ· Εἷς ἔστ' αὐτοτελής, αὐτοῦ δ' ὑπὸ πάντα τελεῖται· ἐν δ' αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. Αὐτὸν δ' οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται· πᾶσι γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις, μικραί, ἐπεὶ σάρκες τε καὶ ὀστέα ἐμπεφύκασιν.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
