# Graecarum affectionum curatio 2.44-46

Theodoretus, Graecarum affectionum curatio, 2.44 to 2.46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.44

Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ ξυμφωνότατα, Σαγχωνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως τοῦ θεοῦ Ἰαώ, ὃς Ἀβεμβάλῳ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθείς, ὑπ' ἐκείνου καὶ τῶν κατ' ἐκεῖνον ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. Οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν καὶ τοῖς Μωϋσέως πελάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχωνιάθων δέ, ὁ κατὰ τὴν Φοινίκων διάλεκτον φιλαλήθης, πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς γραφῶν ξυναγαγὼν καὶ ξυγγράψας, ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος.» Ἐντεῦθεν ἔστι σαφῶς μαθεῖν, ὁπόσοις τῶν Τρωϊκῶν ὁ Μωϋσῆς πρεσβύτερος ἔτεσιν. Εἰ γὰρ ὁ τὴν Ἰουδαϊκὴν ἱστορίαν ξυγγράψας Σαγχωνιάθων ἐπὶ Σεμιράμεως τῆς Ἀσσυρίων γέγονε βασιλίδος—ἱστόρησε δὲ δηλονότι Σαγχωνιάθων τὰ πολλῷ χρόνῳ πρεσβύτερα—, Μωϋσῆς δὲ Ἰουδαίων νομοθέτης ἐγένετο, πολλοῖς ἄρα ἔτεσι Σαγχωνιάθωνος πρεσβύτερος Μωϋσῆς.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
