Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.51
Not analysed yet
Καὶ γὰρ Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Πλάτων ὕστερον ἐκεῖθεν εἵλκυσαν σμικρὰ ἄττα τῆς ἀληθείας ἐναύσματα· καὶ ὁ Σωκράτης, Ἀναξαγόρᾳ καὶ Ἀρχελάῳ ξυγγεγονώς, παρ' ἐκείνων μεμάθηκεν, ἃ περὶ τοῦ ὄντος ἐδίδαξε· Μωϋσῆς δὲ ὁ θειότατος, οὐ λογισμοῖς ἀνθρωπίνοις ἑπόμενος καθάπερ οὗτοι, τὴν θεολογίαν ξυνέγραψεν, ἀλλ' αὐτῆς ἐναργῶς τῆς τοῦ ὄντος ἐπακούσας φωνῆς· τῆς γάρ τοι νομοθεσίας ἀρξάμενος τῶν ὅλων ὁ ποιητὴς τὸν ἕνα σέβειν Θεὸν παρεγγύησεν· «Ἐγὼ γάρ εἰμι» ἔφη «Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου.»