# Graecarum affectionum curatio 2.52-54

Theodoretus, Graecarum affectionum curatio, 2.52 to 2.54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.52

Καὶ τῆς ἔναγχος γεγενημένης ἀναμνήσας εὐεργεσίας, προσμεῖναι τῇ δουλείᾳ παρεκελεύσατο καὶ μὴ μερίσαι τὸ σέβας, ἀλλὰ τῷ ὄντι μόνῳ προσνεῖμαι. «Οὐκ ἔσονται γάρ σοι» ἔφη «θεοὶ ἕτεροι πλὴν ἐμοῦ». Εἶτα διδάσκει σαφῶς, ὡς οὐδὲν αὐτῷ τῶν ὁρωμένων προσέοικε, καὶ παντάπασιν ἀπαγορεύει μηδεμίαν εἰκόνα πρὸς μίμησίν τινος τῶν ὁρωμένων κατασκευάσαι καὶ νομίσαι τοῦτο δείκηλον εἶναι καὶ ἴνδαλμα τοῦ ἀοράτου Θεοῦ. « Οὐ ποιήσεις» γὰρ ἔφη «σαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ ποιήσετε ἑαυτοῖς οὐδὲ μὴ προσκυνήσετε αὐτοῖς· ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεός σου.» Φωνῆς, φησίν, ἀκήκοας, εἶδος δὲ οὐχ ἑώρακας· μηδένα οὖν τύπον κατασκευάσῃς, οὗ τὸ ἀρχέτυπον οὐκ ἐπίστασαι. Καὶ ἑτέρωθι δέ, τοὺς ψευδωνύμους ἐξελέγχων θεοὺς καὶ τὸν Αἰγυπτίων ἐξορίζων πλάνον, ἔφη πρὸς αὐτούς· «Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου κύριος εἷς ἐστιν.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
