Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.55
Not analysed yet
Ταύτην ἔχει τὴν διδασκαλίαν τὰ Μωϋσοῦ τοῦ μεγάλου ξυγγράμματα· ταύτην δὲ τὴν θεολογίαν καὶ ταῖς ἱστορίαις καὶ ταῖς νομοθεσίαις καὶ μὲν δὴ καὶ ταῖς προφητείαις ξυνέζευξε· καὶ πέντε βίβλους ξυγγράψας, τὴν μὲν τῶν πολλῶν καὶ νομιζομένων καὶ καλουμένων, οὐκ ὄντων δὲ θεῶν ἀπαγορεύει τιμήν, μόνῳ δὲ τὸ σέβας τῷ τῶν ἁπάντων κελεύει προσφέρειν δημιουργῷ. Ταῦτα καὶ Ἰησοῦς, ὁ τῆς ἐκείνου δημαγωγίας καὶ στρατηγίας διάδοχος, καὶ μέντοι καὶ ἅπας τῶν προφητῶν ὁ χορὸς καὶ παραινῶν καὶ νομοθετῶν διετέλεσεν.