# Graecarum affectionum curatio 2.56-58

Theodoretus, Graecarum affectionum curatio, 2.56 to 2.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.56

Ἀλλὰ γὰρ ἴσως εἴποιτε ἄν, ὡς οὐδὲ ὑμεῖς τόνδε τὸν νόμον ἀνέπαφον τετηρήκατε· τριάδα γάρ, οὐ μονάδα, πρεσβεύετε. Ἰουδαῖοι δέ, τοῖς Μωϋσοῦ καὶ τῶν προφητῶν ἐντρεφόμενοι λόγοις, τὸν μὲν ἕνα τιμῶσι, τῆς δὲ ὑμετέρας τριάδος κατηγοροῦσιν. Ἐγὼ δέ, ὦ φίλοι ἄνδρες, ὑμᾶς μὲν ξυγγνώμης εἶναι ἀξίους ὑπείληφα, τὴν θείαν οὐκ ἐπισταμένους γραφήν· Ἰουδαίων δὲ τὴν ἐσχάτην ἀμαθίαν ὀδύρομαι, ὅτι δὴ «αἰρόμενοι», κατὰ τὸν προφήτην, «ἐκ κοιλίας» καὶ παιδευόμενοι ἐκ παιδίου μέχρι γήρως τὰ θεῖα, τὴν τῆς θεολογίας ἀγνοοῦσιν ἀλήθειαν. Ἐν Αἰγύπτῳ γὰρ αὐτοὺς πλεῖστον διατρίψαντας χρόνον καὶ τὴν πολύθεον τῶν Αἰγυπτίων μεμαθηκότας θρησκείαν, ὁ πάνσοφος Κύριος οὐκ ἐναργῶς ἄγαν τὰ περὶ τῆς Τριάδος ἐξεπαίδευσε δόγματα, ἵνα μὴ πρόφασιν πολυθεΐας λάβωσιν, εἰς τὸν τῶν Αἰγυπτίων ἐπιρρέποντες πλάνον· οὐ μὴν παντάπασι τὰ περὶ τῆς Τριάδος ἀπέκρυψε δόγματα τοῖς ὕστερον ἐσομένοις, τῆς ἐντελεστέρας θεολογίας κατασπείρων τὰς ἀφορμάς.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
