Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.63
Not analysed yet
Καὶ ἐπήγαγε «κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν», ἵνα δείξῃ τὸ τῶν προσώπων διάφορον. Καὶ δὴ καὶ τῷ Νῶε περὶ κρεηφαγίας νομοθετῶν καὶ τοῦ αἵματος ἀπαγορεύων τὴν ἐδωδήν, ἔφη τὸν τῶν ὅλων εἰρηκέναι Θεόν· «Ἔδεσθε πάντα ὡς λάχανα χόρτου· πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐκ ἔδεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα ἐκζητήσω· ἐκ πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.»