# Graecarum affectionum curatio 2.64-67

Theodoretus, Graecarum affectionum curatio, 2.64 to 2.67. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.64

Καὶ οὐκ ἔφη «ἐν εἰκόνι ἐμαυτοῦ», ἀλλ' «ἐν εἰκόνι Θεοῦ», τῶν προσώπων πάλιν δεικνὺς τὸ διάφορον. Καὶ ἡνίκα δὲ κατὰ ταὐτὸν ξυλλεγέντες οἱ κατὰ τοῦ πεποιηκότος λυττήσαντες, τὸν πύργον ἐκεῖνον ᾠκοδόμουν τὸν μέγιστον, τῆς τῶν γλωττῶν ξυγχύσεως τὸν ἐπώνυμον, φάναι τὸν Θεὸν εἴρηκεν ὁ νομοθέτης· «Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας.» Καὶ τὸ μὲν «καταβάντες συγχέωμεν» δηλοῖ τὸ ὁμότιμον· οὐ γὰρ εἶπε «κατάβηθι» ἢ «καταβήτω», ὅπερ δὴ τοὶς ὑπηκόοις καὶ προσταττομένοις ἁρμόττει, ἀλλὰ «καταβάντες συγχέωμεν», ὃ σαφῶς δηλοῖ τὴν ἰσότητα· τὸ δὲ «δεῦτε» τὸν Υἱὸν καὶ τὸ Πνεῦμα σημαίνει, τῆς δημιουργίας τοὺς κοινωνούς. Ἐπειδὴ γὰρ καὶ διαπλάττων τὸν ἄνθρωπον ἔφη «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», εἰκότως ἄρα καὶ μερίζων εἰς πολλὰς τὴν μίαν φωνὴν ξυνεργοὺς λαμβάνει τὸν Υἱὸν καὶ τὸ πανάγιον Πνεῦμα. Χρόνῳ δὲ ὕστερον πρηστῆρσι καὶ κεραυνοῖς ἀναλῶσαι τὰ Σόδομα βουληθεὶς καὶ τὰς ἀγχιτέρμονας πόλεις, τῆς ἀσεβείας καὶ παρανομίας τὰς κοινωνούς, δυάδα Κυρίων ἡμῖν ἐπέδειξε, καί φησι Μωϋσῆς ὁ ταῦτα ξυγγεγραφώς· «Καὶ ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα πῦρ καὶ θεῖον ἐκ τοῦ οὐρανοῦ.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
