# Graecarum affectionum curatio 2.69-72

Theodoretus, Graecarum affectionum curatio, 2.69 to 2.72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.69

Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν καὶ Ἡσαΐας ὁ προφήτης καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ καὶ Δανιὴλ καὶ Ζαχαρίας καὶ Μιχαίας καὶ ἅπας ὁ τούτων προσφέρει χορός· ἀλλὰ παρέλκον οἶμαι ταῦτα ὑμῖν ἐπιδεικνύναι μηδέπω προσενηνοχόσι τὴν ὁμολογίαν τῆς πίστεως. Ἐφ' ἑτέραν τοίνυν μέθοδον διδασκαλίας τραπήσομαι καὶ δείξω τὸν Πλάτωνα καὶ τοὺς μετ' ἐκεῖνον ἐκ τούτων μὲν τῶν θείων ἀνδρῶν τῆς θεολογίας σεσυληκότας τινά, τοῖς δὲ σφετέροις ἐντε- θεικότας ξυγγράμμασιν. Καὶ γὰρ ὁ Πλάτων, ἐν οἷς πρὸς Κορίσκον ἐπέστειλε, καὶ τάδε προστέθεικεν· «Ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδιᾷ καὶ τὸν πάντων θεῶν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα καὶ κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε.» Ταῦτα, ὦ φίλοι ἄνδρες, τοῦ Πλάτωνός ἐστι δόγματα. Ἀλλὰ τούτων τὰ μὲν ἀξιέπαινα καὶ τῆς ἀποστολικῆς καὶ προφητικῆς διδασκαλίας ἐχόμενα, τὰ δὲ τῆς Ἑλληνικῆς μυθολογίας κυήματα.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
