# Graecarum affectionum curatio 2.78-84

Theodoretus, Graecarum affectionum curatio, 2.78 to 2.84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.78

Καὶ Διονυσίῳ δὲ γράφων τοιάδε φησίν· «Φραστέον δή σοι δι' αἰνιγμάτων, ἵν' ἄν τι δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. Ὧδε γὰρ ἔχει. Περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, καὶ ἐκείνου γε εἵνεκα πάντα, καὶ ἐκεῖνό γε αἴτιον πάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα.» Ὁρᾶτε, πῶς ὀρρωδοῦντες καὶ δεδιότες τὰ τῆς ἀληθείας προσέφερον δόγματα καὶ αἰνιγματωδῶς, οὐ σαφῶς, ἐκήρυττον τὴν ἀλήθειαν, τὸν τῶν πολλῶν ὑφορώμενοι πλάνον; Τοῦτο δέ γε τὸ δέος κἀν τῷ Τιμαίῳ δεδήλωκεν· λέγει δὲ οὕτως· «Νῦν δὴ οὖν τὸ παρ' ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν οὖν πάντων εἴτε ἀρχὴν εἴτε ἀρχάς, εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον· δι' ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα λόγον τῆς διεξόδου τὰ δοκοῦντα δηλῶσαι.» Καὶ Νουμήνιος δὲ ὁ Πυθαγόρειος, ἐν οἷς τὰ περὶ τἀγαθοῦ γέγραφε, σαφέστερον ταῦτα ἐδίδαξε· φησὶ γάρ· «Οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος θεοῦ χρὴ εἶναι νομίζειν πατέρα τὸν πρῶτον θεόν.» Καὶ Πλωτῖνος δέ, ὁ τὴν Πλάτωνος φιλοσοφίαν ζηλώσας, περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων βιβλίον ξυνέγραψεν, ἐν ᾧ καὶ τάδε ἔφη· «Τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν; Οὐδὲν ἀπ' αὐτοῦ, ἢ τὰ μέγιστα μετ' αὐτόν· μέγιστα δὲ μετ' αὐτὸν νοῦς καὶ δεύτερον, καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον.» Καὶ πάλιν· «Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον· ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ τὸ γεγεννημένον, ἐξ ἀνάγκης ξύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον κεχωρίσθαι. Εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν· δεῖ γὰρ σαφέστερον λέγειν.» Καὶ ἕτερα δέ γε πλεῖστα εἴρηται καὶ τούτῳ καὶ Πλουτάρχῳ καὶ Νουμηνίῳ καὶ τοῖς ἄλλοις, ὅσοι τῆς τούτων ἦσαν ξυμμορίας. Μετὰ γὰρ δὴ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν οὗτοι γενόμενοι, τῆς Χριστιανικῆς θεολογίας πολλὰ τοῖς οἰκείοις ἀνέμιξαν λόγοις.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
