# Graecarum affectionum curatio 2.85-87

Theodoretus, Graecarum affectionum curatio, 2.85 to 2.87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.85

Αὐτίκα τοίνυν τὴν Πλάτωνος διάνοιαν ἀναπτύσσοντες, καὶ ὁ Πλωτῖνος καὶ ὁ Νουμήνιος τρία φασὶν αὐτὸν εἰρηκέναι ὑπέρχρονα καὶ ἀΐδια, τἀγαθὸν καὶ νοῦν καὶ τοῦ παντὸς τὴν ψυχήν, ὃν μὲν ἡμεῖς Πατέρα καλοῦμεν, Τἀγαθὸν ὀνομάζοντα, Νοῦν δέ, ὃν ἡμεῖς Υἱὸν καὶ Λόγον προσαγορεύομεν, τὴν δὲ τὰ πάντα ψυχοῦσαν καὶ ζωοποιοῦσαν δύναμιν Ψυχὴν καλοῦντα, ἣν Πνεῦμα ἅγιον οἱ θεῖοι προσαγορεύουσι λόγοι. Καὶ ταῦτα δέ, ὡς ἔφην, ἐκ τῆς τῶν Ἑβραίων φιλοσοφίας τε καὶ θεολογίας σεσύληται. Ὁ γὰρ δὴ ὑμνοποιὸς Δαυίδ, τὸ θεῖον ἀνακρουόμενος μέλος καὶ ὑπὸ τῆς θείας ἐνηχούμενος χάριτος, κέκραγε λέγων· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ μὲν δὴ καὶ τῶν θείων εὐαγγελίων ὅ τε Πλούταρχος καὶ ὁ Πλωτῖνος ἐπήκουσαν. Δηλοῖ δὲ τοῦτο σαφῶς ὁ Ἀμέλιος, ὁ τῆς Πορφυρίου πρωτεύσας διατριβῆς· ὑπεράγαται γὰρ τὸ τῆς Ἰωάννου θεολογίας προοίμιον, οὑτωσὶ λέγων· «

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
