Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.89
Not analysed yet
Οὕτως ἄρα τὴν τοῦ βαρβάρου θεολογίαν τεθαύμακεν ὁ τῇ Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων ἐντραφεὶς εὐεπείᾳ· καὶ ξυνωμολόγησε τὸν λόγον καὶ ἐν ἀρχῇ εἶναι καὶ θεὸν εἶναι καὶ πρὸς τὸν θεὸν εἶναι καὶ τὰ πάντα πεποιηκέναι καὶ ζωῆς τοῖς ἅπασιν αἴτιον ὑπάρχειν καὶ χορηγὸν καὶ τῆς τῶν ὅλων ἕνεκα σωτηρίας σαρκὶ μὲν ξυγκρύψαι τὸ μεγαλοπρεπὲς τῆς θεότητος, ἀποκαλύψαι δὲ ὅμως κἀν τῇ σμικρᾷ καὶ παχείᾳ νεφέλῃ τὴν πατρῴαν εὐγένειαν.