# Graecarum affectionum curatio 2.98-103

Theodoretus, Graecarum affectionum curatio, 2.98 to 2.103. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/2.98

ἡμεῖς δὲ τῶν μὲν ὁρωμένων θεολογοῦμεν οὐδέν, τῶν δὲ ἀνθρώπων τοὺς ἐν ἀρετῇ διαπρέψαντας ὡς ἀνθρώπους ἀρίστους γεραίρομεν, μόνον δὲ τὸν τῶν ὅλων προσκυνοῦμεν Θεὸν καὶ τὸν ἐκείνου γε Λόγον καὶ τὸ πανάγιον Πνεῦμα. Τὸν αὐτὸν δὲ καὶ Υἱὸν μονογενῆ καὶ Λόγον καὶ Ζωὴν καὶ Φῶς καὶ Ἀλήθειαν ὀνομάζομεν, καὶ ἄλλοις δὲ παμπόλλοις ὀνόμασι κεχρημένοι τὴν θείαν φύσιν ἀνυμνοῦμεν. Οὐ μόνον δὲ αὐτὴν ἀπὸ τῶν προσόντων ὀνομάζομεν, ἀλλὰ καὶ ἀπὸ τῶν μὴ προσόντων προσαγορεύομεν· ἄναρχον γὰρ καὶ ἄφθαρτον καὶ ἀθάνατον καὶ ἄπειρον καὶ ἀνώλεθρον ἀόρατόν τε καὶ ἀνείδεον καὶ ἀσχημάτιστον ἀπερίγραφόν τε καὶ ἀπερίληπτον καὶ ἀνέφικτον καλοῦμεν, ἀπό γε τῶν μὴ προσόντων τὰς προσηγορίας τιθέντες. Ἐπειδὴ γὰρ ὁρατὸς οὐκ ἔστιν, ἀόρατος ὀνομάζεται καὶ ἀθέατος, καὶ ὡς ὑπερβαίνων τοῦ νοῦ τὴν φαντασίαν, ἀνέφικτος δὴ καλεῖται· καὶ αὖ πάλιν ἄπειρος, ὡς οὔτε ἀρχὴν οὔτε τέλος ἔχων, καὶ ὡς φθορᾶς καὶ θανάτου κρείττων, ἄφθαρτος καὶ ἀθάνατος· καὶ τἄλλα δέ, ὅσα τούτοις ἔοικεν, ὧν ἡ θεία φύσις οὐκ ἔχει, τυγχάνει ὄντα δηλωτικά. Τὸ δέ γε ἀγαθὸς καὶ δίκαιος καὶ φῶς καὶ ζωὴ καὶ δημιουργὸς καὶ τῶν ὅλων πρύτανίς τε καὶ κυβερνήτης καὶ τὰ τούτοις προσόμοια, ὧν ἔχει τε καὶ ἐνεργεῖ, τὴν κτίσιν ἰθύνων καὶ τῶν ἀνθρώπων τὴν φύσιν εὐεργετῶν, ὑπάρχει σημαντικά. Οὕτως Υἱὸς ὀνομάζεται, ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεγεννημένος, καὶ Λόγος, ὡς ἀχρόνως καὶ ἀπαθῶς προελθὼν καὶ μὴ μερίσας τὸν φύσαντα· καὶ αὖ πάλιν Ἀπαύγασμα δόξης, ὡς ξυναΐδιος ὢν τοῦ γεννήσαντος.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
