# Graecarum affectionum curatio 3.16

Theodoretus, Graecarum affectionum curatio, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/3.16

Τοιγαροῦν ταύτην ὁρῶντες τὴν ἀσθένειαν οἱ τὸν νοῦν ἐρρωμένοι, προσκυνεῖν ὡς θεὸν οὐκ ἀνέχονται, ἀλλὰ διά γε ταύτης καὶ τῶν ἐν αὐτῇ φυομένων πρὸς τὸν ταύτης καὶ τὸν τούτων ποιητὴν ξεναγοῦνται καὶ διὰ τῶν ὁρωμένων πρὸς τὸν ἀόρατον ποδηγοῦνται. Ταύτῃ τοι μάλα σοφῶς ἄρα καὶ ἐπηβόλως ἔφη τις τῶν ἡμετέρων· «Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.» Οὐ γὰρ οἷα τὰ ποιήματα, τοιοῦτος ὁ ποιητής, οὐδὲ ἡλίκα ταῦτα, τηλικοῦτος ἐκεῖνος· τὰ μὲν γὰρ ὁρατὰ καὶ ἁπτὰ καὶ αἰσθητὰ καί τισι πάθεσι ξυνεζευγμένα, ὁ δὲ ἀναφὴς καὶ ἀόρατος ἀπαθής τε καὶ ἄφθαρτος καὶ περιγραφὴν οὐχ ὑπομένων ὥσπερ δὴ τὰ ποιήματα.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
