# Graecarum affectionum curatio 3.23-28

Theodoretus, Graecarum affectionum curatio, 3.23 to 3.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/3.23

Ἀλλ' ἐπανέλθωμεν ἐπ' ἐκεῖνο, ὃ τούσδε ἡμῖν τοὺς λόγους γεγέννηκεν, ὅτι πρώτους θεοὺς ἐνόμισαν καὶ Αἰγύπτιοι καὶ Φοίνικες καὶ μέντοι καὶ Ἕλληνες ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ τἄλλα στοιχεῖα· τοῦτο γὰρ δὴ καὶ ὁ Πλάτων καὶ ὁ Σικελιώτης Διόδωρος καὶ ὁ Χαιρωνεὺς ἐδίδαξε Πλούταρχος· χρόνῳ δὲ ὕστερον τοὺς εὖ τι δεδρακότας ἢ ἐν πολέμοις ἀνδραγαθισαμένους ἢ γεωργίας τινὸς ἄρξαντας ἢ σώμασί τισι θεραπείαν προσενηνοχότας ἐθεοποίησάν τε καὶ νεὼς τούτοις ἐδεΐμαντο. Καὶ γὰρ δὴ καὶ τὸν Κρόνον ἄνθρωπον εἶναι Σαγχωνιάθων ἔφησε καὶ γυναῖκα τὴν Ῥέαν τὴν ἐκείνου ὁμόζυγα καὶ τὸν Δία καὶ τὴν Ἥραν ἐκείνων γε παῖδας, εἶτα εὐεργεσιῶν τινων ἄρξαντας καὶ δεξαμένους τοῦ βίου τὸ τέλος, θείας παρὰ Φοινίκων ἀξιωθῆναι τιμῆς, καὶ θεοὺς ἀναγορευθῆναι καὶ βωμοῖς καὶ θυσίαις καὶ ἐτησίοις τιμηθῆναι δημοθοινίαις. Καὶ Ἡρακλέα δέ, ὡς γενναῖόν τε καὶ ἀνδρεῖον, ἐθεοποίησαν Ἕλληνες, καὶ τὸν Ἀσκληπιόν, ὡς τῆς ἰατρικῆς ἐπιστήμης εὑρετὴν γεγενημένον, θεὸν τελευτήσαντα προσηγόρευσαν. Διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τὸν Ἄπιν Αἰγύπτιοι θείας προσηγορίας ἠξίωσαν. Καίτοι φασὶν Ἕλληνες τὸν μὲν Ἡρακλέα διὰ τὴν ξυμβᾶσαν ἐκ τῆς Δηϊανείρας ἐπιβουλὴν ἑαυτὸν καταπρῆσαι καὶ τοῦτον τὸν τρόπον καταλῦσαι τὸν βίον, τὸν δὲ Ἀσκληπιόν, ἄνθρωπον ὄντα καὶ πολλοὺς ἀνθρώπους διὰ τῆς ἰατρικῆς ἐπιστήμης παμπόλλων ἀπαλλάξαντα παθημάτων, κεραυνῷ βληθῆναι ὑπὸ τοῦ Διὸς καὶ διαφθαρῆναι. Καὶ ταῦτα πρὸς ἑτέροις πολλοῖς ὁ Σικελιώτης Διόδωρος ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ξυνέγραψεν. Ἀλλ' ὅμως οὐδὲν ἧττον Ἕλληνες, καὶ ταῦτα μεμαθηκότες, καὶ τὸν Ἡρακλέα καὶ τὸν Ἀσκληπιὸν θεοὺς ὀνομάζουσι, καὶ πρὸς τούτοις καὶ τοὺς Τυνδάρεω παῖδας Κάστορα καὶ Πολυδεύκην, οὓς Διοσκόρους προσαγορεύουσι, καίτοι οὐδὲ παλαιοτάτους ὄντας, ἀλλὰ τοῖς Ἀργοναύταις ξυμπλεύσαντας.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
