Ancient Greek
3.51 to 3.52
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.51-52
Not analysed yet
Εἰ γὰρ δὴ κατὰ τὸν τούτων λόγον ἡ ἐπιθυμία θεός, ὁ ταύτῃ γε μὴ εἴκων παντάπασιν ἄθεος· καὶ εἰ ἡ μέθη αὖ πάλιν καὶ ὁ θυμὸς ὡσαύτως θεοί, ὁ τούτων ἄρα κρατῶν ἀντίθεος ἄντικρυς. Φευκτέον οὖν ἄρα τὴν ἀρετὴν ὡς ἐναντίαν οὖσαν θεοῖς, καὶ ἀσπαστέον τὴν ἀκρασίαν ὡς ὠνομασμένην θεόν. Ἀλλὰ ταῦτα καὶ τῶν ποιητικῶν μύθων ἐστὶ ληρωδέστερά τε καὶ βλαβερώτερα· καὶ τὸν καπνὸν κατὰ τὴν παροιμίαν, ὡς ἔοικε, φεύγοντες, εἰς αὐτὸ δὴ τὸ πῦρ ἐμπεπτώκαμεν· τοιοῦτος γὰρ τοῦ ψεύδους ὁ πλάνος· κἂν ταύτην τις διαφύγῃ τὴν ἀτραπόν, εἰς ἑτέραν ἐμπεσεῖται χαλεπωτέραν.