# Graecarum affectionum curatio 3.68-71

Theodoretus, Graecarum affectionum curatio, 3.68 to 3.71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/3.68

καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς γράφει, ὡς καὶ παρ' Αἰγυπτίοις θρυλούμενα, καὶ ταῦτά φησι καὶ τὰ τοιαῦτα εἶναι βιαστικώτατα.» Πολλὰ δὲ καὶ ἄλλα προσθείς, ἐπήγαγε καὶ ταῦτα· «Περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδὲ ἐχέγγυον ἔχουσιν. Οὐκ ἦσαν οὖν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶ δαίμονες, ἀλλ' ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.» Τίς τῶν τὰ θεῖα πεπαιδευμένων καὶ τὸν πλάνον ἐκεῖνον μυσαττομένων ἐναργέστερον ἂν τῶν καλουμένων θεῶν τὸν πλάνον διήλεγξεν; ἀναφανδὸν γὰρ τούτους ἔφησεν ὁ τῆς ἀληθείας ἀντίπαλος μήτε θεοὺς μήτε ἀγαθοὺς δαίμονας εἶναι, ἀλλὰ τοῦ ψεύδους διδασκάλους καὶ πονηρίας πατέρας. Τούτους ὁ Πλάτων ἐν τῷ Τιμαίῳ οὐδὲ φύσει ἀθανάτους φησίν· τὸν γὰρ ποιητὴν εἰρηκέναι πρὸς αὐτοὺς λέγει· «Ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθε, τῆς ἐμῆς βουλήσεως τυχόντες.» Καίτοι γε Ὁμήρῳ τἀναντία δοκεῖ· ἀθανάτους γὰρ αὐτοὺς πανταχῇ προσονομάζει· οὐ γὰρ σῖτόν φησιν ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον· τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. Τοσαύτη παρὰ τοῖς ποιηταῖς καὶ φιλοσόφοις περὶ τῶν οὐκ ὄντων μέν, καλουμένων δὲ θεῶν διαμάχη. Τούτοις καὶ νεὼς ἐδομήσαντο καὶ βωμοὺς προσῳκοδόμησαν καὶ θυσίαις ἐτίμησαν καὶ εἴδη τινὰ καὶ εἰκάσματα ἐκ ξύλων καὶ λίθων καὶ τῶν ἄλλων ὑλῶν διαγλύψαντες, θεοὺς προσηγόρευσαν τὰ χειρόκμητα εἴδωλα καὶ τὰ τῆς Φειδίου καὶ Πολυκλείτου καὶ Πραξιτέλους τέχνης ἀγάλματα τῆς θείας προσηγορίας ἠξιώσαν.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
