# Graecarum affectionum curatio 3.86-88

Theodoretus, Graecarum affectionum curatio, 3.86 to 3.88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/3.86

Τοσαύτη πάλαι ποτὲ κατεῖχε πλάνη τὴν οἰκουμένην· ἀλλὰ ταύτην ἄρδην ἠφάνισε καὶ πάμπαν ἐξήλασεν ὁ παρ' ἡμῶν προσκυνούμενος καὶ παρ' ὑμῶν ἀγνοούμενος, καὶ τὴν μεθύουσαν καὶ παραπαίουσαν τῶν ἀνθρώπων φύσιν σωφρονοῦσαν καὶ καθεστηκυῖαν ἀνέδειξεν. Ἀλλὰ γὰρ οἶμαι ὑμᾶς ἐρεῖν, ὡς καὶ ὑμεῖς ἀοράτους τινὰς δυνάμεις φατέ, οὓς καὶ Ἀγγέλους καὶ Ἀρχαγγέλους ὀνομάζετε καὶ προσαγορεύετε καὶ Ἀρχὰς καὶ Ἐξουσίας καὶ Κυριότητας καὶ Θρόνους· καὶ ἄλλας αὖ πάλιν κατὰ τὴν Ἑβραίων γλῶτταν Χερουβὶμ καὶ Σεραφὶμ ἴστε προσαγορευομένας. Ἀνθ' ὅτου τοίνυν ἡμῖν νεμεσᾶτε, μετὰ τὸν ἀεὶ ὄντα καὶ ὡσαύτως καὶ κατὰ ταὐτὰ ἔχοντα δευτέρους τινὰς θεούς, καὶ κομιδῇ γε ἐκείνου ἀποδέοντας, νομίζουσί τε καὶ γεραίρουσιν; Ἐγὼ δὲ ὁμολογῶ μὲν τὴν θείαν ἡμᾶς διδάξαι γραφήν, εἶναι δή τινας ἀοράτους δυνάμεις, καὶ ὑμνούσας τὸν ποιητὴν καὶ ὑπουργούσας αὐτοῦ τῷ θείῳ βουλήματι· οὐ μὴν θεοὺς τούτους ὀνομάζομεν οὐδὲ θεῖον αὐτοῖς ἀπονέμομεν σέβας οὐδὲ μερίζομεν εἰς τὸν ὄντα Θεὸν καὶ τούτους τὴν θείαν προσκύνησιν, ἀλλὰ τούτους τιμιωτέρους μὲν ἀνθρώπων, ὁμοδούλους δὲ εἶναί φαμεν.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
