# Graecarum affectionum curatio 3.92-95

Theodoretus, Graecarum affectionum curatio, 3.92 to 3.95. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/3.92

Τὴν ἐκείνων μιμούμενοι πολιτείαν, ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ θεραπείαν ἠσπάσαντο, ἔφυγον μὲν τῶν σωμάτων καὶ τὴν ἔννομον κοινωνίαν ὡς τῶν θείων ἀφέλκουσαν, κατέλιπον δὲ καὶ πατρίδα καὶ γένος, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσι τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμός, εἰς οὐρανὸν ἀναπτῆναι καὶ τὸ ἀόρατον καὶ ἄρρητον τοῦ Θεοῦ κατοπτεῦσαι γλιχόμενον κάλλος. Τούτων πλήρεις καὶ πόλεις καὶ κῶμαι καὶ τῶν ὀρῶν αἱ ἀκρωνυχίαι καὶ φάραγγες. Καὶ οἱ μὲν κατὰ ξυμμορίας οἰκοῦντες δημιουργοῦσιν ἐν ταῖς ψυχαῖς τὰ τῆς φιλοσοφίας ἀγάλματα, οἱ δέ, κατὰ δύο καὶ τρεῖς διάγοντες, οἱ δὲ καὶ μόνοι καθειργμένοι καὶ τὼ ὀφθαλμὼ τῷ κάλλει τῶν ὁρωμένων ἐπιτέρπεσθαι διακωλύοντες, σχολὴν τῷ νῷ παρέχουσιν ἐπεντρυφᾶν τῇ θεωρίᾳ τῶν νοητῶν. Εἰ δὲ οἱ σώμασι ξυνεζευγμένοι καὶ ὑπὸ πολλῶν καὶ παντοδαπῶν ἐνοχλούμενοι παθημάτων ἀσώματον καὶ ὑψηλὴν καὶ οὐρανίοις πρέπουσαν ἀσπάζονται βιοτήν, τίς ἂν ἐκφράσαι λόγος τῶν ἀσωμάτων φύσεων τὴν ἀπαθῆ πολιτείαν καὶ φροντίδων ἀπηλλαγμένην; Ταύτην ἔχειν ἡμᾶς τὴν δόξαν περὶ τῶν ἀοράτων μέν, γενητῶν δὲ φύσεων τὰ θεῖα ἐξεπαίδευσε λόγια· ὑμεῖς δὲ τοσαύτην αὐτῶν ἀκολασίαν τε καὶ ἀκρασίαν κατηγορεῖτε καὶ παντοδαπὴν αἰσχρουργίαν, καὶ μέντοι καὶ ἔριν καὶ πολέμους καὶ τυραννίδα, ὡς μηδὲ τοῖς πονηροτάτοις τῶν ἀνθρώπων ἁρμόττειν τὰ ἐκείνων πέρι μυθολογούμενα.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
