Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.96
Not analysed yet
Οὐδὲ γὰρ οὐδ' οἱ ἄγαν παμπόνηροι πάντα ἔχουσιν, ὅσα τοῦ πατρὸς τῶν θεῶν καὶ πάντων ὑπάτου τε καὶ μεγίστου κατηγορεῖτε. Οἱ μὲν γὰρ τῇ περὶ τοὺς νέους ἀκολασίᾳ δουλεύσαντες ἀλλοτρίους οὐ διώρυξαν γάμους, οἱ δὲ τῇδε τῇ πάθῃ περιπεσόντες τῶν οἰκειοτάτων ἐφείσαντο· εἰ δέ τις καὶ ἀδελφῆς ἔρωτι περιέπεσεν, ἀλλ' οὐ κατὰ μητρός γε ἐλύττησεν οὐδ' ἐπεμάνη τῇ θυγατρί, ἀλλ' ᾐδέσθη τὴν φύσιν καὶ τὴν τῶν ἀλόγων οὐκ ἐζήλωσεν ἄνοιαν.