Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.11
Not analysed yet
Τούτοις καὶ Ἔκφαντος ὁ Συρακούσιος ὁ Πυθαγόρειος ἠκολούθησε. Πλάτων δὲ ὁ Ἀρίστωνος ἀρχὰς εἶναι τῶν ὅλων τὸν θεὸν καὶ τὴν ὕλην καὶ τὰς ἰδέας φησίν· Ἀριστοτέλης δὲ ὁ Σταγειρίτης ὁ Νικομάχου εἶδος καὶ ὕλην καὶ στέρησιν· στοιχεῖα δὲ οὐ τέσσαρα, ἀλλὰ πέντε· ἕτερον γὰρ εἶναι τὸ αἰθέριον εἴρηκεν, ἄτρεπτόν τε καὶ ἀμετάβλητον.